Add parallel Print Page Options

22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· [a]Ταχὺ [b]ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 23 καὶ [c]φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, [d]ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.

25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί [e]ἂν εἴη ταῦτα· 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ [f]δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ [g]αὐτοῦ· Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον [h]μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν [i]σιτευτὸν μόσχον. 31 ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ [j]ἔζησεν, καὶ [k]ἀπολωλὼς καὶ εὑρέθη.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:22 Ταχὺ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:22 ἐξενέγκατε WH Treg NIV ] + τὴν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:23 φέρετε WH Treg NIV ] ἐνέγκαντες RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:24 ἦν ἀπολωλὼς WH Treg NIV ] καὶ ἀπολωλὼς ἦν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:26 ἂν WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:28 δὲ WH Treg NIV ] οὖν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:29 αὐτοῦ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 μετὰ WH NIV RP ] +τῶν Treg
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:30 σιτευτὸν μόσχον WH Treg NIV ] μόσχον τὸν σιτευτόν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἔζησεν WH Treg NA ] ἀνέζησεν NIV RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 15:32 ἀπολωλὼς WH Treg NIV ] + ἦν RP